Job 13

1ἰδοὺ ταῦτα ἑώρακέν μου ὀφθαλμὸς καὶ ἀκήκοέν μου τὸ οὖς· 2καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν. 3οὐ μὴν δὲ ἀλλ' ἐγὼ πρὸς κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται. 4ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες. 5εἴη δὲ ὑμῖν κωφεῦσαι, καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν. 6ἀκούσατε ἔλεγχον στόματός μου, κρίσιν δὲ χειλέων μου προσέχετε. 7πότερον οὐκ ἔναντι κυρίου λαλεῖτε, ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον; 8 ὑποστελεῖσθε; ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε. 9καλόν γε, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς· εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ, 10οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς· εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε, 11πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς, φόβος δὲ παρ' αὐτοῦ ἐπιπεσεῖται ὑμῖν; 12ἀποβήσεται δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ, τὸ δὲ σῶμα πήλινον. 13κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ 14ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν, ψυχὴν δέ μου θήσω ἐν χειρί. 15ἐάν με χειρώσηται δυνάστης, ἐπεὶ καὶ ἦρκται, μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ· 16καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται. 17ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου· ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων. 18ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι. 19τίς γάρ ἐστιν κριθησόμενός μοι; ὅτι νῦν κωφεύσω καὶ εκλειψω 20δυεῖν δέ μοι χρήσῃ· τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβησομαι 21τὴν χεῖρα ἀπ' ἐμοῦ ἀπέχου, καὶ φόβος σου μή με καταπλησσέτω. 22εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι· λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν. 23πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου; καὶ αἱ ἀνομίαι μου δίδαξόν με τίνες εἰσίν. 24διὰ τί ἀπ' ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σοι; 25 ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι; 26ὅτι κατέγραψας κατ' ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας, 27ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου· 28 παλαιοῦται ἴσα ἀσκῷ ὥσπερ ἱμάτιον σητόβρωτον.
Copyright information for LXX